Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.54 Dem. 10.58 (English) >>Dem. 10.61

10.56ἀλλὰ δεῖ δήπου τὴν μὲν εἰρήνην ἄγειν οὐχ ὑμᾶς πείθειν, οἳ πεπεισμένοι κάθησθε, ἀλλὰ τὸν τὰ τοῦ πολέμου πράττοντα· ἂν γὰρ ἐκεῖνος πεισθῇ, τά γʼ ἀφʼ ὑμῶν ὑπάρχει· νομίζειν δʼ εἶναι χαλεπὰ οὐχ ὅσʼ ἂν εἰς σωτηρίαν δαπανῶμεν, ἀλλʼ πεισόμεθα, ἂν μὴ ταῦτʼ ἐθέλωμεν ποιεῖν, καὶ τὸδιαρπασθήσεται τὰ χρήματατῷ φυλακὴν εὑρεῖν διʼ ἧς σωθήσεται κωλύειν, οὐχὶ τῷ τοῦ συμφέροντος ἀποστῆναι. 10.57καίτοι ἔγωγʼ ἀγανακτῶ καὶ αὐτὸ τοῦτο, εἰ τὰ μὲν χρήματα λυπεῖ τινὰς ὑμῶν εἰ διαρπασθήσεται, καὶ φυλάττειν καὶ κολάζειν τοὺς ἀδικοῦντας ἐφʼ ὑμῖν ἐστι, τὴν δʼ Ἑλλάδα πᾶσαν ἐφεξῆς οὑτωσὶ Φίλιππος ἁρπάζων οὐ λυπεῖ, καὶ ταῦτʼ ἐφʼ ὑμᾶς ἁρπάζων. 10.58τί ποτʼ οὖν, ἄνδρες Ἀθηναῖοι, τὸν μὲν οὕτω φανερῶς ἀδικοῦντα καὶ πόλεις καταλαμβάνοντα οὐδεὶς πώποτε τούτων εἶπεν ὡς ἀδικεῖ καὶ πόλεμον ποιεῖ, τοὺς δὲ μὴ ἐπιτρέπειν μηδὲ προΐεσθαι ταῦτα συμβουλεύοντας, τούτους πόλεμον ποιεῖν φασίν; ὅτι τὴν αἰτίαν τῶν ἐκ τοῦ πολέμου συμβησομένων δυσχερῶν (ἀνάγκη γάρ, ἀνάγκη πολλὰ λυπηρὰ ἐκ τοῦ πολέμου γίγνεσθαι) τοῖς ὑπὲρ ὑμῶν τὰ βέλτιστα λέγειν εἰθισμένοις ἀναθεῖναι βούλονται. 10.59ἡγοῦνται γάρ, ἂν μὲν ὑμεῖς ὁμοθυμαδὸν ἐκ μιᾶς γνώμης Φίλιππον ἀμύνησθε, κἀκείνου κρατήσειν ὑμᾶς καὶ αὑτοῖς οὐκέτʼ ἔσεσθαι μισθαρνεῖν, ἂν δʼ ἀπὸ τῶν πρώτων θορύβων αἰτιασάμενοί τινας πρὸς τὸ κρίνειν τράπησθε, αὐτοὶ μὲν τούτων κατηγοροῦντες ἀμφότερʼ ἕξειν, καὶ παρʼ ὑμῖν εὐδοκιμήσειν καὶ παρʼ ἐκείνου χρήματα λήψεσθαι, ὑμᾶς δʼ ὑπὲρ ὧν δεῖ παρὰ τούτων δίκην λαβεῖν, παρὰ τῶν ὑπὲρ ὑμῶν εἰρηκότων λήψεσθαι.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 10.54 Dem. 10.58 (English) >>Dem. 10.61

Powered by PhiloLogic